11.165ὁ δὲ τοῦ θεοῦ δεηθεὶς χάριν τινὰ καὶ πειθὼ παρασχεῖν αὐτῷ λέγοντι, “πῶς, φησίν, ὦ βασιλεῦ, δύναμαί σοι μὴ βλέπεσθαι τοιοῦτος μηδὲ τὴν ψυχὴν ἀλγεῖν, ὅπου τῆς πατρίδος μου Ἱεροσολύμων, ἐν ᾗ τάφοι καὶ μνήματα προγόνων τῶν ἐμῶν εἰσιν, ἀκούω βεβλῆσθαι κατὰ τῆς γῆς τὰ τείχη καὶ τὰς πύλας ἐμπεπρησμένας αὐτῆς; ἀλλὰ χάρισαί μοι πορευθέντι τὸ τεῖχος ἀνεγεῖραι καὶ τοῦ ἱεροῦ τὸ λεῖπον προσοικοδομῆσαι.”
11.166 ὁ δὲ βασιλεὺς διδόναι τε τὴν δωρεὰν κατένευσεν καὶ πρὸς τοὺς σατράπας κομίσαι γράμματα, ὅπως τιμῆς τε αὐτὸν ἀξιώσωσι καὶ πᾶσαν παράσχωσιν χορηγίαν εἰς ἅπερ βούλεται. “πέπαυσο δή, φησί, λυπούμενος καὶ χαίρων ἡμῖν τοῦ λοιποῦ διακόνει.”
11.167 ὁ μὲν οὖν Νεεμίας προσκυνήσας τῷ θεῷ καὶ τῷ βασιλεῖ τῆς ὑποσχέσεως εὐχαριστήσας τὸ κατηφὲς τοῦ προσώπου καὶ συγκεχυμένον ἀπεκάθηρεν τῇ περὶ τῶν ἐπηγγελμένων ἡδονῇ. καλέσας δὲ αὐτὸν τῇ ἐπιούσῃ δίδωσιν αὐτῷ πρὸς Ἀδδαῖον ἐπιστολὴν κομίσαι τὸν τῆς Συρίας καὶ Φοινίκης καὶ Σαμαρείας ἔπαρχον, ἐν ᾗ περί τε τῆς τιμῆς τοῦ Νεεμίου καὶ χορηγίας τῆς εἰς τὴν οἰκοδομίαν ἐπεστάλκει.
11.168
Γενόμενος οὖν ἐν Βαβυλῶνι καὶ πολλοὺς τῶν ὁμοφύλων ἐθελοντὶ ἀκολουθοῦντας αὐτῷ παραλαβὼν ἧκεν εἰς Ἱεροσόλυμα πέμπτον καὶ εἰκοστὸν ἔτος ἤδη βασιλεύοντος Ξέρξου, καὶ δείξας τῷ θεῷ τὰς ἐπιστολὰς ἀποδίδωσιν τῷ Ἀδδαίῳ καὶ τοῖς ἄλλοις ἐπάρχοις, καὶ συγκαλέσας πάντα τὸν λαὸν εἰς Ἱεροσόλυμα στὰς ἐν μέσῳ τῷ ἱερῷ τοιούτους ἐποιήσατο πρὸς αὐτὸν τοὺς λόγους·